Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 33
Not analysed yet
Γαϲτήρ. τὰ εἰϲ τηρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν θηλυκὰ ὄντα βαρύνεϲθαι θέλει, μήτηρ, θυγάτηρ, εἰνάτηρ, Δημήτηρ, οὐδὲν δὲ θέλει ὀξύνεϲθαι. ϲημειώδηϲ ἡ γαϲτὴρ ὀξυνομένη. καὶ γὰρ ἄλλωϲ τὰ εἰϲ τηρ ὀξυνόμενα ἀρϲενικά, ὁπότε μὴ κατὰ μεταβολὴν γένουϲεἰη, ἀϲτήρ, πρηϲτήρ, καυϲτήρ, πληκτήρ, ἀλκτήρ. προϲέθηκα δὲ ὁπότε μὴ κατὰ μεταβολὴν γένουϲ διὰ τὸ ῥαιϲτῆρα κρατερήν (Ϲ 477), ὕλην ϲτεγαϲτῆρα. τοιαῦτα γάρ ἐϲτιν ὁποῖον ἡ αἰθήρ, ἡ ἀήρ.