Ancient Greek
52 to 53
Aelius Herodianus, Περὶ μονήρους λέξεως 52-53
Not analysed yet
Θοόϲ. τὰ εἰϲ οϲ καθαρὰ διϲύλλαβα τῷ ο παραληγόμενα φιλεῖ βαρύνεϲθαι, κόοϲ, ϲόοϲ, νόοϲ, χνόοϲ, γόοϲ, πλόοϲ, ῥόοϲ, θρόοϲ. διὸ καὶ τὸ ζόοϲ παρ’ Ἐπιχάρμῳ οἱ πλείουϲ ἐβάρυναν τρὶϲ ἀπεδόθη ζόοϲ ὁμοίωϲ καὶ τὸ ϲόοϲ. τὸ μέντοι θοόϲ ἄντικρυϲ ὀξυνόμενον μονῆρεϲ. τὰ δὲ αἴτια τούτων ἐν ἑτέροιϲ δηλοῦμεν. Βαϲιλεύτεροϲ. οὐδὲν εἰϲ τεροϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ ευ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ «βαϲιλεύτερόϲ εἰαι» (I 160).