Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 55
Not analysed yet
Ἄτη. τὰ εἰϲ τη λήγοντα διϲύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλουϲ τὸ α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Ϲοφοκλεῖ οὔτι τοι μέτρον μάταϲ, Βατή δῆμοϲ Ἀττικοῖϲ. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. ϲημειῶδεϲ ἄρα τὸ ἄτη ἐκτεῖνον τὸ α. λέγεται δὲ καὶ τριϲυλλάβωϲ ἐν ϲυϲτολῇ τοῦ α, ὡϲ παρὰ τῷ Κυρηναίῳ εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην. τὸ δὲ σἴτιον τῆϲ ἐκτάϲεωϲ ἐν τῇ διϲυλλάβῳ προφορᾷ ἐν ἑτέροιϲ εῖπομεν.