Ancient Greek
78 to 87
Aelius Herodianus, Περὶ μονήρους λέξεως 78-2-87
Not analysed yet
Ἀμφουδίϲ. οὐδὲν εἰϲ διc λῆγον ἐπίρρημα τῇ ου διφθόγγῳ παραλήγει, ἀλλὰ μόνον τὸ ἀμφουδίϲ. Ψό. οὐδὲν ἐπίρρημα μονοϲύλλαβον εἰϲ ο λήγει, ἀλλὰ παρὰ Ϲοφοκλεῖ ἐν Ποιμέϲι εἴρηται τὸ ψό. Χαμᾶζε. οὐδὲν εἰϲ ζε λῆγον ἐπίρρημα τῷ α παραληγόμενον προπεριϲπᾶται, ἀλλὰ μόνον τὸ χαμᾶζε· παραιτοῦμαι δὲ τοὺϲ προπεριϲπῶνταϲ τὸ θύραζε. Μέταζε. οὐδὲν ἐπίρρημα διὰ τοῦ αζε ἐκφερόμενον ἐπὶ χρόνου τέθειται, ἀλλὰ μόνον τὸ μέταζε χατίζων (Hes. op. 396). Ἐγγύθεν. οὐδὲν εἰϲ θεν λῆγον ἐπίρρημα τῷ υ παραλήγει, ἀλλὰ μόνον τὸ ἐγγύθεν. Πάροιθεν. οὐδὲν εἰϲ θεν ἐπίρρημα λῆγον τῇ οι διφθόγγῳ παρα. λήγειν θέλει, ἀλλὰ μόνον τὸ πάροιθεν. Νύκτωρ. οὐδὲν εἰϲ ωρ ἐπίρρημα, ἀλλὰ μόνον τὸ νύκτωρ. δεῖκνυται γὰρ ἐπίρρημα. Ἄτερ. οὐδὲν εἰϲ τερ ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἄτερ. τὸ γὰρ Δάματερ κλητική, ὡϲ τὸ Ἥρακλεϲ. Ἐχθέϲ καὶ χθέϲ. οὐδὲν εἰϲ εϲ λῆγον ἐπίρρημα κοινόν, ἀλλὰ μόνον τὸ ἐχθέϲ καὶ χθέϲ. τὸ γὰρ ἄληθεϲ καὶ ἐπίτηδεϲ καὶ ὅϲα τοιαῦτα ἀπὸ ὀνομάτων μετατεθειμένα. πρόϲκειται δὲ «κοινὸν» διὰ τὸ ἀέϲ Δώριον. Τοϲαῦτα περὶ μονήρων λέξεων ὡϲ ἐπὶ τὸ πλεῖϲτον. ἐπειράθημεν δὲ ἐν τῷδε τῷ βιβλίῳ καὶ προθέϲεων παράθεϲιν ποιήϲαϲθαι, ἐπεὶ καὶ αὐταὶ ὀλίγαι οὖϲαι ὁμοιότητα ἔϲχον.