Ancient Greek
Paragraph 1
Aelius Herodianus, Περὶ παθῶν 1
Not analysed yet
1. Ε. Or. 7, 3: ἀβληχρόν δύναται τὸ α κατ’ ἐπίταϲιν ϲφόδρα —ἀϲθενέϲ. βληχρὸν γὰρ τὸ ἀϲθενὲϲ ἀπὸ τῆϲ τῶν προβάτων φωνῆϲ τὸ γὰρ βληχρὸν ἐπ’ αὐτῶν εἴρηται. πολλάκιϲ δὲ καὶ ἐπὶ τοῦ ἰϲχυροῦ τάττεται τὸ βληχρὸν ὡϲ εἶναι παρὰ τὸ βάλλειν, ὅ ποτε μὲν τὸ καταβάλλειν εἰϲ γῆν καὶ δύναϲθαι ἀναιρεῖν ϲημαίνει, ποτὲ δὲ καὶ τὸ καταβάλλεϲθαι εἰϲ γῆν, ὡϲ δύναϲθαι τὸ ἀϲθενὲϲ δηλοῦν καὶ πάλιν τὸ ἰϲχυρόν, τοῦ α ἀναίρεϲιν. καὶ ἐπίταϲιν δηλοῦντοϲ. οὕτωϲ εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανοῦ.