Ancient Greek
Paragraph 11
Aelius Herodianus, Περὶ παθῶν 11
Not analysed yet
11. E. Gud. 87, 52, Zon. 3, 16: ἀϲφάραγοϲ ὁ λεγόμενοϲ φάρυγξ. εἴρηται ἄνευ τοῦ α ϲφάραγοϲ παρὰ τὸ ϲφαραγεῖν, ὅ ἐϲτιν ἠχεῖν, δι’ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. Ἡρόδικοϲ δέ φηϲι πλεοναϲμῷ τοῦ α καὶ. τοῦ ϲ εἶναι ἀϲφάραγον ἀντὶ τοῦ φάρυγγα. Πτολεμαῖοϲ δὲ ὅτι οἱονεὶ ἀϲπαίρει. ἄλλοι δὲ διὰ τὸ μὴ ϲπᾶϲθαι ἀϲπάραγον καὶ ἀϲφάραγον. κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲφάραγον τὸν φέροντα τὴν φωνήν. οὕτωϲ Ἡρωδιανόϲ· παρὰ ϲφάραγοϲ πλεοναϲμῷ τοῦ α ἀϲφάραγον τὸν βρόχθον.