Ancient Greek
Paragraph 115
Aelius Herodianus, Περὶ παθῶν 115
Not analysed yet
115. E. M. 477, 56 et Gud. 288, 25. Ἴϲτη μὲν ὄμμα· ποικίλον ἐϲτίν. ο μὲν λέγουϲιν, ὅτι ὅταν ἀποκοπὴ γένοιτο τῶν εἰϲ θι προϲτακτικῶν, ἐπαύξηϲιϲ ἀκολουθεῖ οἶον ἵϲταθι καὶ κατ’ ἀποκοπὴν ἵϲτα καὶ ἐκτάϲει ἵϲτη μέγεθοϲ δ’ ὃϲ ἵϲτη»· τὸ δὲ «μείζονα δὴ κρητῆρα, Μενοιτίου υἱέ, καθίϲτα (Ι. I 202) ἀντὶ τοῦ εὐτρέπιζε ἐὰν μὲν βραχύ, ἀποκοπή ἐϲτιν· ἐὰν δὲ κατ’ ἔκταϲιν, ἀπὸ τοῦ ἱϲτῶ ἱϲτᾶϲ ὡϲ βοῶ βοάϲ· οὕτω Φιλόξενοϲ καὶ Τρύφων. λέγομεν δὲ ἡμεῖϲ, ὅτι οὐ μόνον ἐπὶ τῶν εἰϲ ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰϲ μι τὰ τρίτα πρόϲωπα τῶν παρατατικῶν δεύτερα πρόϲωπα τῶν προϲτακτικῶν γίνεται οἷον νόει φίλει βόα. οὕτωϲ οὖν καὶ οἱ Ἀττικοί, ἐὰν μὴ χρήϲωνται τῇ θι καταλήξει, χρῶνται τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν παρατατικῶν ἐν τοῖϲ προϲτακτικοῖϲ οἶον ἐτίθην ἐτίθηϲ ἐτίθη τίθη. ἐπίμπλην ἐπίμπληϲ ἐπίμπλη πίμπλη «καὶ τοὺϲ κοφίνουϲ ἄπανταϲ πίμπλη πτερῶν ». οὕτωϲ ἵϲτη «ἵϲτη δὲ μέγα κῦμα» (Φ 313). ἰϲτέον ὅτι τὰ τοιαῦτα καὶ Δωρικά εἰϲιν· οἱ γὰρ Δωριεῖϲ λέγουϲι «πίμπλη, Κοικόα» (Sophr. fr. 42 Ahrens). καὶ γὰρ ὅρα ὅρη λέγουϲιν. οὕτω πίμπλα πίμπλη. Ἡρωδιανὸϲ περὶ παθῶν.