Ancient Greek
Paragraph 116b
Aelius Herodianus, Περὶ παθῶν 116b
Not analysed yet
116b. Il. Pr. ε 256. ἔα. ϲυϲτέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲϲ τοῦ ἐνεϲτῶτόϲ ἐϲτιν ἐῶ ἐᾷϲ ἐᾷ ϲὺν τῷ ι γραφόμενον ὡϲ τιμῶ τιμᾷϲ τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴαϲ εἴα οὐ προϲγραφομένου τοῦ ι «οὐ μ’ εἴαϲ μακάρεϲϲι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δ’ οὔτι πατὴρ εἴαϲκε μάχεϲθαι» (Il. Υ 408), καὶ «τόνδ᾿ εἴαϲκεν» (Il. 17), καὶ προϲτακτικὸν «ἀλλ’ ἔα ὥϲ οἱ πρῶτα» (Il. Α 270). εἰ τοίνυν ἐϲτὶ τοιοῦτο «τρεῖν μ’ οὐκ ἔα», μόνον ϲυνεϲτάλη τὸ ἄλφα, καὶ ὁ παρατατικόϲ ἐϲτι ἰϲοδυναμῶν ἐνεϲτῶτι. εἰ δὲ ὁ ἐνεϲτὼϲ ἀεί ἐϲτι περιϲπώμενοϲ καὶ ϲὺν τῷ ι γραφόμενοϲ, δῆλον ὅτι πολλὰ πάθη· ϲυϲτολὴ γὰρ τοῦ α καὶ ἐκβολὴ τοῦ ι καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλωϲ ἐκδεξαίμεθα, ὅτι ἔθοϲ αὐτῷ ταῦτα τὰ τῆϲ δευτέραϲ ϲυζυγίαϲ κατὰ τὸ δεύτερον καὶ τὸ τρίτον πρόϲωπον πολλάκιϲ διαλύειν εἰϲ δύο αα, ὧν τὸ μὲν πρότερον ϲυνεϲταλμένον ἐϲτί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ ϲὺν τῷ ι γραφόμενον, ὁρᾷϲ «οὐχ ὁράᾳϲ οἷοϲ κἀγώ» (Ιl. Φ 108), καὶ. ἐπὶ τοῦ τρίτου «ἰϲχανάᾳ δοκέειν» (Ιl. P 572), καὶ «ἐκπεράᾳ μέγα λαῖτμα» (Od. ι 323), «οὐκ ἐάᾳ Κρονίδηϲ (Ιl. Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆϲθαι «τρεῖν μ’ οὐκ ἔα». ἔνθεν καὶ ϲυνέϲταλται τὸ α καὶ βεβάρυνται. οὐκ ἄηθεϲ δὲ καὶ ἐνεϲτῶταϲ ἀποκόπτεϲθαι καὶ ἄλλουϲ χρόνουϲ, ὡϲ ἔχει τὸ «οὖτα κατὰ λαπάρην» (Ιl. Ζ 64). εἰ δέ τιϲ ἐπιζητήϲειεν ὁμοιότητα ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων ἢ βαρυτόνων ἐνεϲτῶτοϲ ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήϲει. περὶ γὰρ πάθουϲ διαλαμβάνομεν.