Ancient Greek
Paragraph 116f
Aelius Herodianus, Περὶ παθῶν 116f
Not analysed yet
116f. Ιl. Pr. 1 393: ϲόωϲι. Τυραννίων προπεριϲπᾶ ὡϲ νοῶϲιν, ὡϲ ἀπὸ τοῦ ϲοῶ περιϲπωμένου, ἐπεί, φηϲί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν «ἥ κέν ϲφιν νῆάϲ τε ϲοῷ καὶ λαὸν Ἀχαιῶν» (424). ἀριθμοῦ, τὸ δὲ ἄμφω ἀναφορὰν ὑπιϲχνεῖται δυάδοϲ, ὥϲτε, ὅπερ ἐϲτὶν οἱ δύο, τοῦτό ἐϲτιν ἄμφω. διὰ τοῦτο τὸ δύο λαμβάνει ἄρθρου παράθεϲιν οἱ δύο τῶν δύο, τὸ δὲ ἄμφω οὐ λαμβάνει· οὐδὲ γὰρ λέγομεν οἱ ἄμφω. ἤδη γὰρ τὴν ἀναφορὰν ἔχει. πρῶτον οὖν ἐϲτι παρὰ τὸ ἄμφω ἀμφότεροϲ οἷον «ἀμφότεροι μέμαϲαν (Η 3), «ἀμφοτέροιϲι δ’ ἀρήγεθ’ (Υ 25). εἶτα δυικῶϲ ἀμφοτέρω καὶ κατὰ ϲυγκοπὴν ἄμφω κατ’ ἔκταϲιν τοῦ ο εἰϲ ω. οὕτωϲ Ἡρωδιανὸϲ περὶ παθῶν.