Ancient Greek
Paragraph 121
Aelius Herodianus, Περὶ παθῶν 121
Not analysed yet
121. Steph. B. 247, 17: τὴν Δωδῶνοϲ γενικήν φηϲι Ϲοφοκλῆϲ Ὀδυϲϲεῖ ἀκανθοπλῆγι «νῦν δ’ οὔτε μ’ ἐκ Δωδῶνοϲ οὕτε Πυθικῶν γῆρύϲ τιϲ ἂν πείϲειεν» καὶ δοτικὴν «Δωδῶνι ναίων Ζεὺϲ ὁμέϲτιοϲ βροτῶν» καὶ ἐν Τραχινίαιϲ (v. 170) «ὡϲ τὴν παλαιὰν φηγὸν αὐδῆϲαί ποτε Δωδῶνι διϲϲῶν ἐκ πελειάδων ἔφη». καὶ Καλλίμαχοϲ «τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον» καὶ τὴν αἰτιατικήν φηϲιν Εὐφορίων Δωδῶνα ἐν Ἀνίῳ «ἷκτο μὲν εἰϲ Δωδῶνα Διὸϲ φηγοῖο προφῆτιν». ἡδύνατο δὲ ἡ Δωδῶνοϲ γενικὴ μετὰ τῆϲ λοιπῆϲ κινήϲεωϲ καὶ κλίϲιϲ εἶναι τῆϲ Δωδών, εἴπερ ἦν ἐν χρήϲει τῆϲ πόλεωϲ ἡ εὐθεῖα. διόπερ ἔοικεν ὁ τεχνικὸϲ μεταπλαϲμὸν ἡγεῖϲθαι.