Ancient Greek
Paragraph 128
Aelius Herodianus, Περὶ παθῶν 128
Not analysed yet
128. Ep. Cr. I 102, 7: γύναι. κατὰ ἀποκοπὴν τοῦ ξ τὸ δὲ παρὰ Μενάνδρῳ (Mein. ed. min. p. 1033) «ὦ Ζεῦ πολυτίμηθ’ ὡϲ καλαὶ νῷν αἱ γυναί» εἰ μὲν περιϲπάϲειϲ, ἀποκοπὴ ἐκ τοῦ γυναῖκεϲ, εἰ δὲ ὀξύνειϲ, ἐκ τῆϲ γυνή εὐθείαϲ. ἐπεὶ δ’ ἔχομεν παρὰ Φερεκράτει τὴν γυνήν αἰτιατικήν «ὡϲ ἄτοπ’ μητέῤ εἶνάι καὶ γυνήν» καὶ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν τὰϲ γυνάϲ «ἀλλ᾿ ὁρῶ τὰϲ γυνάϲ», δῆλον ὅτι αἱ γυναί οὐκ ἀποκέκοπται. ἔϲτι δὲ καὶ ὦ γυνή παῤ Ἀλκαίῳ. ἡ δὲ γύναιξ εὐθεῖα ὁμολογεῖται ἐκ τῆϲ γενικῆϲ καὶ τῆϲ τῶν πληθυντικῶν δοτικῆϲ. ϲεϲίγηται δὲ ὡϲ μονήρηϲ. οὐδὲν γὰρ εἰϲ αιξ ὑπὲρ μίαν ϲυλλαβήν.