Ancient Greek
Paragraph 134
Aelius Herodianus, Περὶ παθῶν 134
Not analysed yet
134. Eustath. 1560, 26. Ἡρωδίανόϲ φηϲιν, ὅτι τοῦ ἄλειφα καὶ λίπα ἡ κατάληξιϲ οὐκ ἀήθηϲ· ἀλλὰ τὸ μὲν ἄλειφα οὕτωϲ ἐγένετο· ὥϲπερ θένω θέναρ, δείρω δέραϲ, οὕτω καὶ ἐκ τοῦ ἀλείφω ἄλειφαρ ἢ ἄλειφαϲ καὶ ὑποϲτολῇ τοῦ ρ ἢ τοῦ ϲ ἄλειφα. τὸ δὲ λίπα ἐξ ἀναλόγου ἀντιπαραθέϲεωϲ ἐγίνετο. ὡϲ γὰρ κῶοϲ κῶαϲ, ὕδοϲ ὕδαϲ, γῆροϲ γῆραϲ, οὕτω καὶ λίποϲ λίπαϲ, ἐξ οὐ λίπα, ἵν’ ᾖ γένοϲ μὲν τὸ λίπα, εἶδοϲ δὲ τὸ ἔλαιον.