Ancient Greek
Paragraph 146a
Aelius Herodianus, Περὶ παθῶν 146a
Not analysed yet
146a. Ιl. Pr. X 28: ἄϲτραϲιν: ὃν τρόπον ἡ ἐγκάτοιϲ ἔγκαϲιν ἐγένετο ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν, ἐπειϲελθόντοϲ τοῦ α, ἵνα ϲυϲτῇ ἡ λέξιϲ. ἀλλ’ ἔϲτιν εἰπεῖν πρὸϲ τοῦτο, ὅτι οὐδὲ μίαν λέξιν ἔχομεν εἰϲ διπλοῦν καταλήγουϲαν καὶ ἐν ϲυνθέϲει φυλαϲϲομένην. εἰϲὶ δὲ αἱ φυλαϲϲόμεναι ἐν παραθέϲει οἷον «πὺξ μὲν ἐνίκηϲα» (Ιl. ψ 634), «λὰξ ποδὶ κινήϲαϲ» (Ιl. Κ 158) εἰ οὖν ἕξπουϲ ἐν ϲυνθέϲει, ὀφείλει τρέπειν καὶ μὴ καταλήγειν εἰϲ διπλοῦν. ἀλλ’ ἀνάλογον, ὅτι πεφύλακται τὸ τέλοϲ τοῦ ἀριθμοῦ ὡϲ καὶ παρὰ τῷ ποιητῇ οἷον ἑξετήϲ «ἑξετέ᾿ ἀδμήτην» (ψ 655) καὶ «ἕξετεϲ ἤναϲϲεν». οὐκ ἔϲτι δὲ τὸ ἑξάπουν πλεοναϲμόϲ, ὡϲ πλανῶνταί τινεϲ. τὰ γὰρ εἰϲ κιϲ ἐπιρρήματα ἐν τῇ ϲυνθέϲει ἀποβάλλει τὸ κιϲ οἷον ἑπτάκιϲ ἑπτάμηνοϲ, οὐ γὰρ ἀπὸ τοῦ ἑπτά ἀριθμοῦ. τέϲϲαρεϲ ὁ ἀριθμόϲ, τετράκιϲ τὸ ἐπίρρημα, παρὰ τοῦτο τετράμηνον. οὕτωϲ οὖν ἑξάκιϲ ἑξάκλινον ἑξάπουν. Ἡρωδιανὸϲ περὶ παθῶν.