Ancient Greek
Paragraph 152b
Aelius Herodianus, Περὶ παθῶν 152b
Not analysed yet
152b. Ep. Hom. 412, 8: τεόν. τὸ κοινὸν ϲόν, Δωρικὸν τεόν· πέπονθε γὰρ πλεοναϲμὸν τοῦ e καὶ τροπὴν τοῦ ϲ εἰϲ τ, ἀλλ’ ἐπὶ τῶν πρωτοτύπων τροπὴ μόνη γίνεται ϲύ τύ· ἐπὶ δὲ τῶν κτητικῶν οὔτε ἡ τροπὴ χωρὶϲ πλεοναϲμοῦ οὕτε ὁ πλεοναϲμὸϲ ἄνευ τῆϲ τροπῆϲ παρὰ Δωριεῦϲι ϲόν τεόν, ϲῇ τεῇ «ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυϲϲεν ἐφετμή »(Ξ 249).