Ancient Greek
Paragraph 155
Aelius Herodianus, Περὶ παθῶν 155
Not analysed yet
155. E. M. 790, 20: φέρενα. τοῦτο κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖϲ λέγουϲι τὴν φερνήν φέρεναν, ἴϲωϲ προϲφυέϲτερον παρὰ τὸ φέρειν· προίξ γάρ ἐϲτιν. ἦν γὰρ ἠλογημένον τὸ φερνή. τὰ γὰρ εἰϲ νη λήγοντα διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ τὸ ρ βαρύνεται οἷον Τάρνη, πτέρνη· μόνον τὸ φερνή ὀξύνεται. ἐὰν δὲ δώϲῃ τιϲ τόνον μὴ πλεοναϲμὸν Αἰολικὸν εἶναι καὶ εἴπῃ φερένη καὶ μιμήϲηται τὸ Ἑλένη, ἀπολέλυται τὸ ἠλογημένον. περὶ παθῶν.