Ancient Greek
Paragraph 186
Aelius Herodianus, Περὶ παθῶν 186
Not analysed yet
186. E. M. 176, 45: ἀφέωκα τὸ θέμα ἀμφίβολον· ὁ παρακείμενοϲ ἀφεῖκα, εἶτα ἐλλείψει τοῦ ι καὶ πλεοναϲμῷ τοῦ υ ἀφέωκα. ἄλλοι ὥϲπερ παρὰ τὸ πτῶ γίνεται πέπτηκα καὶ πέπτωκα κατὰ τροπὴν τοῦ η εἰϲ ω, οὕτω καὶ ἧκα πλεοναϲμῷ τοῦ ε ἕηκα καὶ τροπῇ τοῦ η εἰϲ ω· ἀφέωκα καὶ ὁ παθητικὸϲ παρακείμενοϲ κατὰ τὸ τρίτον ἀφέωνται. οὐ δεῖ δὲ τὰ ἀμφιβαλλόμενα παραλαμβάνειν. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.