Ancient Greek
Paragraph 189
Aelius Herodianus, Περὶ παθῶν 189
Not analysed yet
189. E. M. 282, 32: ἐδολιοῦϲαν: δολιῶ ὁ παρατατικὸϲ ἐδολίεον ἐδολίουν· τὸ τρίτον τῶν πληθυνφκῶν ἐδολιοῦϲαν. καὶ ὤφειλεν εἶναι ἐδολίεον ἐδολίουν ὥϲπερ ἐποίεον ἐποίουν. ἀλλ’ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰϲ ϲ ὀξύτονον ποιοῦϲι τὸ χρίτον τῷ πρώτῳ ἰϲοϲύλλαβον οἷον ἐμάθομεν ἐμάθοϲαν, εἴδομεν εἴδοϲαν, ἐπὶ δὲ τῶν ἐχόντων τὴν μετοχὴν εἰϲ ϲ ὀξύτονον ποιοῦϲιν ἔνδειαν ϲυλλαβῆϲ καὶ φυλάττουϲι τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῶν μετοχῶν οἷον ἐκοϲμήθημεν ἐκοϲμήθηϲαν ἐκόϲμηθεν ὡϲ τὸ «αὐτὰϲ ἐπεὶ κόϲμηθεν» (Γ 1).