Ancient Greek
Paragraph 19a
Aelius Herodianus, Περὶ παθῶν 19a
Not analysed yet
19a. οἶοϲ ὁ μόνοϲ. τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ. Arcad. 37, 10. ἀλλὰ διαίρεϲιϲ· τὰ γὰρ ἄρθρα εἴωθε διαιρεῖϲθαι, οὐχὶ πλεονάζειν οἶον ἧϲ ἕηϲ «ἕηϲ τὸ πρίν γ’ ἐράαϲθε» (Π. Π 208), οὖ ὅου. τί διαφέρει διαίρεϲιϲ πλεοναϲμοῦ, διαφέρει, ὅτι ὁ μὲν πλεοναϲμὸϲ τὸν αὐτὸν τόνον φυλάττει οἶον εἴκοϲι ἐείκοϲι, ἡ δὲ διαίρεϲιϲ ἀλλάϲϲει τὸν τόνον οἶον ἧϲ ἕηϲ, ἠγορῶντο ἠγορόωντο, οὕτωϲ οὖ ὅου. δαϲύνεται τὸ ο. λέγει ὁ Ἡρωδιανὸϲ ὅτι τὰ πλεονάζοντα φωνήεντα ἐν λέξεϲι ταῖϲ ἀπὸ φωνήεντοϲ δαϲυνομένου ἀρχομέναιϲ μεταληπτικὰ γίνονται τοῦ δαϲέοϲ πνεύματοϲ οἶον ἥνδανεν ἑήνδανεν.