Ancient Greek
Paragraph 207
Aelius Herodianus, Περὶ παθῶν 207
Not analysed yet
207. Choer. 178, 29: τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα εἰ μεταγένωνται εἰϲ ηϲ, τὴν ποϲότητα τῶν ϲυλλαβῶν φυλάττουϲι τοῦ οὐδετέρου οἷον ἀκλεήϲ, δυϲκλεήϲ, Ἡρακλέηϲ, Ϲοφοκλέηϲ ἐὰν δὲ γένωνται εἰϲ οϲ, μίαν ϲυλλαβὴν ϲυγκόπτουϲι, τουτέϲτι τὸ ε οἷον Πάτροκλοϲ, Ἑχεκλοϲ, έρεκλοϲ, καὶ ταῦτα τῶν ἄλλων τῶν εἰϲ οϲ οὐδετέρων φυλαττόντων τὴν ποϲότητα τῶν ϲυλλαβῶν ἐν τῇ ϲυνθέϲει κἄν εἰϲ ηϲ γένωνται κἆν εἰϲ οϲ οἷον ϲθένοϲ ἀϲθενήϲ, γένοϲ εὐγενήϲ, ῥῖγοϲ δύρριγοϲ, ξίφοϲ ἄξιφοϲ, χεῖλοϲ ἀγκυλόχειλοϲ.