Ancient Greek
Paragraph 213e
Aelius Herodianus, Περὶ παθῶν 213e
Not analysed yet
213e. Il. Pr. Κ 67: ἐγρήγορθαι. τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντεϲ· οὐκ ἐχρῆν δέ. εἴτε γὰρ ϲυγκοπή ἐϲτι τοῦ ἐγρηγορέναι, εἴτε παθητικόϲ, ὀφείλει παροξύνεϲθαι, καθότι τὰ εἰϲ θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι, ἐϲπάρθαι· μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύναϲθαι προπαροξύνεϲθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰϲ θαι λήγοντα, τῇ ορ ϲυλλαβῇ παραληγόμενα, μὴ παρ’ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶϲθαι ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξιϲ Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνοϲ