Ancient Greek
Paragraph 221
Aelius Herodianus, Περὶ παθῶν 221
Not analysed yet
221. Choer. Dict. 410, 19, E. M. 460, 1: «Θῶνοϲ παράκοιτιϲ (0d. δ 228)· ἀπὸ τῆϲ Θῶνιϲ εὐθείαϲ ἐγένετο Θώνιδοϲ καὶ Θώνιοϲ Ἰωνικῶϲ ὥϲπερ Πάριδοϲ Πάριοϲκαὶκατὰ ϲυγκοπὴν Θῶνοϲ, ἢ ἀπὸ τῆϲ Θόων Θόωνοϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ω εἰϲ τὸ ω Θῶνοϲ· κρεῖττον λέγειν ἀπὸ τῆϲ Θώνιοϲ γενικῆϲ κατὰ ϲυγκοπήν. οὐδαμοῦ γὰρ ἡ Θόων εὐθεῖα εὕρηται ϲημαίνουϲα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα ϲημαίνει ἡ Θῶνοϲ γενική, ἀλλ’ ἕτερον ἄνδρα ὡϲ παρ’ μήρῳ «θόωνά τε »(152). εἰ δέ τιϲ εἴποι, διὰ τί οὐκ ὀξύνεται ἡ Θωνόϲ γενικὴ ϲυγκοπεῖϲα ἐϲ τῆϲ Θώνιοϲ ὡϲ ἡ πατρόϲ, μητρόϲ, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ ϲυγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείαϲ οἶον ἡ ἀνδρόϲ γενικὴ μιμεῖται τὴν χονδρόϲ εὐθεῖαν. καὶ πάλιν ἡ μητρόϲ καὶ πατρόϲ καὶ θυγατρόϲ γενικαὶ μιμοῦνται τὴν ἰατρόϲ εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνοϲ γενικὴ εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖϲθαι εὐθεῖαν (οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰϲ νοϲ καθαρὸν διϲύλλαβον τῷ ῶ παραληγομένην καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡϲ ἐπὶ τοῦ κῶνοϲ, ὦνοϲ) τούτου χάριν οὐκ ὠξύνθη ἀλλ’ ἐβαρύνθη. πρόϲκειται «διϲύλλαβον »ἐπειδὴ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχομεν εὐθεῖαν ὀξυνομένην οἱον κοινωνόϲ, οἰωνόϲ, Τιθωνόϲ.