Ancient Greek
Paragraph 233
Aelius Herodianus, Περὶ παθῶν 233
Not analysed yet
233. Ep. Cr. I 417, 17 coll. 340, 19: ὕϲτεροϲ· παρὰ τὴν ὑπό ὑπὁτεροϲ καὶ κατὰ ϲυγκοπὴν ὕϲτεροϲ· τὸ δὲ ο ϲυγκοπτόμενον τὸ ϲ ποιεῖ θεόφατον θέϲφατον, θεοείκελον θέϲκελον· καὶ εἰ οὕτε τὰ εἰϲ τeροϲ τῷ υ παραληγόμενα ἔχει πρὸ τοῦ τ τὸ ϲ οὕτε τὰ εἰϲ τατὸϲ οἷον ἐγγύτεροϲ ἐγγύτατοϲ, ὀξύτεροϲ ὀξύτατοϲ, πῶϲ οὖν τὸ ὕϲτεροϲ ὕϲτατοϲ μετὰ τοῦ ϲ; τότε δέ ἐϲτι τὸ ϲ, ὁπότε τὸ ἐ, εὐϲεβέϲτεροϲ εὐϲεβέϲτατοϲ, ϲωφρονέϲτεροϲ ϲωφρονέϲτατοϲ· εἰ οὖν τὸ ϲ ἔχει, ἐχέτω τὸ ἑ, εἰ δὲ τὸ ῦ ἔχει, μὴ ἐχέτω τὸ ϲ ἀλλὰ λέγομεν, ὅτι τὸ πάθοϲ σιτίον, ὥϲτε οὐκ εἴχετο τοῦ χαρακτηριϲτικοῦ.