Ancient Greek
Paragraph 236
Aelius Herodianus, Περὶ παθῶν 236
Not analysed yet
236. E. M. 151, 39: ἄρχμενοϲ: ἀρχόμενοϲ καὶ κατὰ ϲυγκοπὴν ἄρχμενοϲ· ὤφειλε δὲ ἄργμενοϲ· φυλάξαν δὲ τὸ χ δοκεῖ Ἰωνικὸν εἰναι, καθὸ καὶ τὸ ἔργμα ἔρχμα φαϲίν· ἐνεϲτῶτοϲ οὖν εἰϲιν αἱ τοιαῦται μετοχαὶ. ϲυγκοπὴν παθοῦϲαι ὡϲ τὸ λεγόμενοϲ λέγμενοϲ, ὀρόμενοϲ ὄρμενοϲ, δεχόμενοϲ δέγμενοϲ· τινὲϲ δὲ λέγουϲι παρακείμενον εἰναι.