Ancient Greek
Paragraph 240
Aelius Herodianus, Περὶ παθῶν 240
Not analysed yet
240. E. M. 601 ,20: νέν ωται κατὰ κρᾶϲιν ἀπὸ τοῦ νενόηται ἢ ἀπὸ τοῦ νόω· —τὸ δὲ νένοται ἢ κατὰ ϲυγκοπὴν τοῦ η ἀπὸ τοῦ νενόηται, ὅθεν καὶ νενοέαται Ἰωνικῶϲ γίνεται, ἢ ἀπὸ τοῦ νένωται κατὰ ϲυϲτολὴν ἢ καὶ νένοται ὡϲ πέποται. ἔϲτι γὰρ νῶ ῥῆμα τρίτηϲ ϲυζυγίαϲ ὡϲ παρὰ Ϲοφοκλεῖ οἷον «Ἑλένηϲ γάμῳ νένωται (fr. 184 Nauck) καὶ παρὰ Ἀνακρέοντι ἡ μετοχὴ «ὁ δ’ ὑψηλὰ νενωμένοϲ» (fr. 10 Bergke) καὶ ὁ Ἄθλιοϲ ἐν τοῖϲ Ϲαμίων ὤροιϲ Ἀλλὰ λέξαϲθαι νένωται». καὶ πάλιν ὡϲ χρυϲόονται χρυϲοῦνται οὕτω καὶ νόονται νοῦνται. Δημόκριτοϲ θείῃ νοῦνται». καὶ νένοται ὡϲ πέποται. περὶ παθῶν.