Ancient Greek
Paragraph 256
Aelius Herodianus, Περὶ παθῶν 256
Not analysed yet
256. E. M. 423, 7: ἠϊόειϲ ὁ καλὰϲ ἠιόναϲ ἔχων οἱον ἐπὶ ἤόεντι Ϲκαμάνδρῳ» (Ε 63) τουτέϲτι ἐπὶ τῷ αἰγιαλοὺϲ καὶ ὄχθαϲ ἔχοντι ποταμῷ· παρὰ τῆϲ ἠϊόνοϲ γενικῆϲ γίνεται ἠϊονόειϲ καὶ κατὰ ϲυγκοπὴν ἠιόειϲ· γίνεται γὰρ καὶ ἀπὸ τῆϲ εἰϲ οϲ γενικῆϲ ὡϲ ὕδατοϲ ὑδατόειϲ ὑδατόεϲϲα. ἢ παρὰ τὰ ἄνθη γίνεται (παρὰ γὰρ τοῖϲ ποταμοῖϲ ἄνθη εἰϲί· καὶ γὰρ ἰονοβόϲτρυχοϲ εἴρηται)· ὥϲπερ θύοϲ θυόειϲ «θυόεν νέφοϲ» (0 153), οὕτω καὶ παρὰ τὸ ἴον γίνεται ἰόειϲ καὶ πλεοναϲμῷ τοῦ η ὡϲ ἠείδει γίνεται ἠϊόειϲ ὁ ἱα ἔχων Ϲκάμανδροϲ, ἁρμόζει γὰρ ἐπὶ ποταμοῦ. πρὸϲ διάφορα οὖν ϲημαινόμενα ἢ ϲυγκοπὴ ἢ πλεοναϲμόϲ.