Ancient Greek
Paragraph 256a
Aelius Herodianus, Περὶ παθῶν 256a
Not analysed yet
256a. Mon. 14, 15: χαρίειϲ: οὐδὲν εἰϲ ειϲ λῆγον ὄνομα ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικὸν τῷ ι παραλήγεται. —τὸ τοίνυν χαρίειϲ ϲημειῶδεϲ τῷ ι χρηϲάμενον πρὸ τέλουϲ. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόειϲ εἶπεν, ἀποδοὺϲ τὸ ἐντελὲϲ τῇ λέξει.