Ancient Greek
Paragraph 258
Aelius Herodianus, Περὶ παθῶν 258
Not analysed yet
258. E. M. 655, 15: ἅπαϲ: ἀμφίβολον, πότερον ἀφαίρεϲιϲ ἢ πρόϲοδοϲ. οὐδέποτε δαϲυνόμενον α ἀφαιρεῖται. πῶϲ οὖν τὸ ἅπαϲ γέγονε πᾶϲ ἐπλεόναϲε τὸ α. πῶϲ δαϲύνεται τὸ α τὸ γὰρ πλεονάζον α οὐδέποτε δαϲύνεται. ὥϲτε ἀμφίβολον. ὁρῶ δὲ καὶ τὸ θροῦϲ ὄνομα λαμβάνον τὸ α καὶ βαρυνόμενον καὶ δαϲυνόμενον ἕνεκεν ἀντεμφάϲεωϲ ἐν τῷ ἅθρουϲ. οὐκ ἄρα κεκώλυται κατὰ ταύτην τὴν ἀναλογίαν καὶ τὸ πᾶϲ ἅπαϲ ὤϲτε μᾶλλον εἶναι πρόϲοδον ἢ ἀφαίρεϲιν. ὁ δὲ Ἡρωδιανὸϲ βούλεται ἐκ τοῦ ἅμα πᾶϲ εἶναι ἐν ϲυγκοπῇ. περὶ παθῶν.