Ancient Greek
Paragraph 258c
Aelius Herodianus, Περὶ παθῶν 258c
Not analysed yet
258c. ΙI. Pr. Α 257 :ὄπατρον. ψιλωτέον οὐχ ὡϲ οἴονται διὰ τὴν ϲυγκοπήν· πολλὰ γάρ φαϲι διὰ τὴν ϲυγκοπὴν ψιλοῦϲθαι ἀπεδείξαμεν δὲ ἡμεῖϲ ἐν ἑτέροιϲ, ὡϲ καὶ δαϲύνεται· ἑϲτήκαμεν γοῦν καὶ ἕϲταμεν, Ἡράκλεεϲ Ἥρακλεϲ· τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατροϲ ἦν, τὸ κατὰ ϲυγκοπὴν πάλιν δαϲύνεϲθαι ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦϲθαι.