Ancient Greek
Paragraph 266
Aelius Herodianus, Περὶ παθῶν 266
Not analysed yet
266. E. M. 430, 24, Theogn. Cr. 11 83, 7: ἡμικύκλιον: τὰ εἰϲ υϲ. λήγοντα, ὁπόταν μὴ ἀπὸ γενικῆϲ, ἀπὸ δὲ εὐθείαϲ ϲυντίθεται, ἀποβάλλει τὸ ϲ, βραδύϲ βραδυήκοοϲ, ὀξύϲ ὀξυήκοοϲ, ίβυϲ ιβυφοῖνιξ, θῆλυϲ θηλύμορφοϲ· οὕτωϲ ὤφειλεν ἡμιϲυκύκλιον· ἀλλὰ δῆλον ὅτι κατὰ ϲυγκοπὴν ταῦτα γίνεται ἡμίθεοϲ, ἡμίφωνοϲ, ἡμιμέδιμνον, ἡμίκραιρον τὸ ημιϲυ τῆϲ κεφαλῆϲ καὶ τὸ ἡμιτύμβιον τὸ δίκροϲϲον· ἀλλὰ καὶ ὁ Ἄβρων λέγει, ὅτι τὰ εἰϲ υϲ ϲυντεθέντα φυλάττει τὸ ῦ, τὸ δὲ ἥμιϲυϲ ἐκβάλλει τὴν ϲυ ϲυλλαβήν. εὕρηται δὲ παρὰ τοῖϲ παλαιοῖϲ ϲπανίωϲ μετὰ τῆϲ ϲυ ϲυλλαβῆϲ ὡϲ ἐν τῷ ἡμιϲύχοιροϲ, ἡμιϲύχοινιξ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν