Ancient Greek
Paragraph 269a
Aelius Herodianus, Περὶ παθῶν 269a
Not analysed yet
269a. Chocr. Dict. 387 . Ἰϲτέον ὅτι τινὲϲ θέλουϲιν ὀξύνειν τὴν Ἀττικὴν γενικὴν τῶν ἑνικῶν οἰον τοῦ κρεώϲ τοῦ γηρώϲ τοῦ κερώϲ ὀξυτόνωϲ λέγοντεϲ, ὅτι ἀπὸ τοῦ κρέατοϲ καὶ γήρατοϲ καὶ κέρατοϲ ἐγένοντο κοπτὰ ϲυγκοπὴν τοῦ α καὶ τ κρεόϲ καὶ γηρόϲ καὶ κερόϲ διὰ τοῦ ο ὀξυτόνωϲ τῷ λόγῳ τῶν εἰϲ οϲ διϲυλλάβων γενικῶν οἱον ὥϲπερ πατρόϲ μητρόϲ φωτόϲ μηνόϲ χηνόϲ παιδόϲ ϲπληνόϲ ϲυόϲ φρενόϲ γραόϲ καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντεϲ τὸ ο εἰϲ ω ἐφύλαξαν τὴν ὀξεῖαν τάϲιν οἰον κρεώϲ γηρώϲ κερώϲ. τῷ δὲ Ἡρωδίαν ῷ οὐ δοκεῖ, τοῦτο, ἀλλὰ ταῦτα βαρυτόνωϲ δοξάζει λέγεϲθαι οἰον τοῦ κρέωϲ τοῦ γήρωϲ τοῦ κέρωϲ τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ τῆϲ γενομένηϲ ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν εἰϲ ὀξεῖαν βαρεῖαν οἰον κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ δὲ λέγεται ϲυγκοπὴν γεγενῆϲθαι ἐν τῇ γενικῇ τῇ κρέωϲ, ὤφειλε ϲυγκοπὴ γενέϲθαι καὶ ἐν τῇ δοτικῇ· καθόλου γὰρ πᾶϲα γενικὴ ϲυγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν ϲυγκοπτομένην οἰον πατέροϲ πατρόϲ, πατέρι πατρί, μnήέροϲ μητρόϲ, μητέριμητρί, Δημήτεροϲ Δήμητροϲ, Δημήτερι Δήμητρι, ἀνέροϲ ἀνδρόϲ, ἀνέρι ἀνδρί, θυγατέροϲ θυγατρόϲ, θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται ϲυγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεῖ ἠμελλεν εἰναι, νυνὶ δὲ κρέαι ἐϲτίν, οὐκ ἄρα δὲ οὐδὲ ἡ κρέα-