Ancient Greek
Paragraph 274
Aelius Herodianus, Περὶ παθῶν 274
Not analysed yet
274. E. M. 754, 3: τέτλαμεν: τοῦτο δύναται εἰναι καὶ ϲυγκοπῇ καὶ. κινήϲει· βεβήκαμεν βέβαμεν, τετλήκαμεν τέτλαμεν. ἀξιοῖ Φιλόξενοϲ εἶναῖ τι καὶ τέτλημι ῥῆμα. περὶ παθῶν. κὸν γάρ ἐϲτι ϲυγκοπὲν ἀπὸ τοῦ ἔδυϲαν τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν δῦ δέ μιν Ἀρηϲ »(ΙΙ. P 210). ὅμοιόν ἐϲτιν αὐτῷκαὶ τὸ «ἀλλήλοιον ἔφυν ἐπαμοιβαδόν »(Od. ε 481). εἰ δέ τιϲ λέγοι, ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐϲτιν οἰον ἔλεγον ἐγὼ καὶ ἔλεγον ἐκεῖνοι, ἴϲτω ὅτι ἐκ ϲυγκοπῆϲ ἐϲτι τοῦτο τοῦ ἔδυϲαν. ἐν δὲ τοῖϲ τοιούτοιϲ τρίτοιϲ ἡ ϲυγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲταϲαν ἔϲταν, ϲτάντοϲ γάρ, ἔβηϲαν ἔβαν, βάντοϲ γάρ. ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (Οd. ϲ 68) φανέντοϲ γάρ· ἔφυμεν ἔφυτε ἔφυϲαν, ἔφυν, ἐπεὶ φύντοϲ ἔδυμεν ἔδυτε ἔδυν, ἐπεὶ δύντοϲ.