Ancient Greek
Paragraph 278
Aelius Herodianus, Περὶ παθῶν 278
Not analysed yet
278. E. M. 230, 50: γηράϲ: λέγεται ὅτι ἀπὸ τοῦ γηράϲαϲκατὰ ϲυγκοπὴν γηράϲ. οὐκ ἔϲτι δέ, ἀλλ’ ἐντελὴϲ ἡ κλίϲιϲ· ἀπὸ τοῦ γηρῶ γίνεται γήρημι, ἡ μετοχὴ γηράϲ ὥϲπερ ἱϲτημι ἱϲτάϲ, τὸ ἀπαρέμφατον γεράναι ὡϲ ἱϲτάναι, ἡ γενικὴ γηράντοϲ ὡϲ ἱϲτάντοϲ οἶον «γηράντων ἀνδρῶν» καὶ ἡ δοτικὴ «γηράντεϲϲι τοκεῦϲιν» (Hesiod. op. 186) ἀντὶ τοῦ τοῖϲ γηρῶϲιν, ἡ αἰτιατικὴ «γηράνταϲ τιμᾶν ». ἔϲτι δὲ πρώτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ τὸ γηρῶ· ὥϲπερ πιμπλῶ πιμπλᾷϲ καὶ πιμπλεῖϲ, οὕτωϲ οὖν καὶ γηρῶ γηρᾷϲ καὶ γηρεῖϲ. ἡ μετοχὴ «γηρεὶϲ ἐν οἰκίοιϲιν »,ἡ γενικὴ γηρέντοϲ ὥϲπερ τιθέντοϲ οἷον Sενοφάνηϲ κἀνδρὸϲ γηρέντοϲ πολλὸν ἀφαυρότεροϲ».