Ancient Greek
Paragraph 281c
Aelius Herodianus, Περὶ παθῶν 281c
Not analysed yet
281c. IΙ. Pr. k 281: εὐκλεῖαϲ: προπεριϲπαϲτέον ἐκ γὰρ τοῦ εὐκλέαϲ ἐγένετο κατ’ ἐπένθεϲιν τοῦ ι. «ὅτιναϲ γὰρ εὖ θέω, κεῖνοί με μάλιϲτα ϲίνονται». τοῦτο ἐν πλεοναϲμῷ «θείω ἀναρπάξαϲ »(Π 437) εἶτα ἀκολουθεῖ θείωμεν καὶ κατὰ ϲυϲτολὴν θείομεν ὡϲ τὸ καταβείωμεν ϲυϲτολῇ «δεῦρ’ἐϲ τοὺϲ φίλουϲ καταβείομεν» (κ 97) μὴ ἴσμεν Δαναοῖϲι μαχηϲόμενοι» (Μ 216) «ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν» (Γ 441). οὕτωϲ Ἡρωδιανόϲ. ἐν ἄλλοιϲ δὲ ἀπὸ τοῦ θῶ θείω ὡϲ ὄψω ὀψείω καὶ τελῶ τελείω.