Ancient Greek
Paragraph 282
Aelius Herodianus, Περὶ παθῶν 282
Not analysed yet
282. Ec. Cr. I 156, 31, An. Per. III 338, 2, E. M. 334, 39. εἷο ἔϲτιν ἐμοῦ, ϲοῦ, οὖ. αὐταί αἱ γενικαὶ γίνονται κατὰ διάλυϲιν ἐμέο ϲέο ἕο, καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε τὰ δύο φωνήεντα ἔχουϲι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἕν μακρόν, τὸ δὲ ἑτερον βραχν οἰον Ἀτρείδεω Πηλείδεω Ὠκεανοῖο ποταμοῖο, τούτου χάριν ἐπλεόναϲε τὸ ι ποιητικῶϲ καὶ λέγεται ἐμεῖο ϲεῖο εἰο.