Ancient Greek
Paragraph 287a
Aelius Herodianus, Περὶ παθῶν 287a
Not analysed yet
Choer. Dict. 596 5: τὰ Ἀττικὰ παρακείμενα ἐν τῷ ὑπερϲυντελίκῳ χρονικῶϲ μεγεθύνονται οἱον ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν, ἀγήοχα ἠγηόχειν, ἐνήνοχα ἠνηνόχειν, ὄπωπα ὠπώπειν, ὄλωλα ὠλώλειν, ὄρωρα ὠρώρειν, ὄδωδα ὠδώδειν πλὴν τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερϲυντέλικοϲ διὰ τοῦ ϲ, ὅθεν ἀναλογώτερόν φαϲι τὸ παρὰ Καλλιμάχῳ κὅθεν εἰληλούθειν »ὡϲ τρέψαν κατὰ τὸν ὑπερϲυντέλικον τὴν ἀρχὴν τοῦ παρακειμένου. τὸ εἴληχα· ἀπὸ τοῦ λήχω λέληχα καὶ εἴληχα. Ἡρωδιανὸϲ περὶ πάθουϲ.