Ancient Greek
Paragraph 295
Aelius Herodianus, Περὶ παθῶν 295
Not analysed yet
295. Choer. 516, 4: εἰώθαϲιν οἱ Αίολεῖϲ προϲτιθέναι τὸ ῦ φωνήεντοϲ ἐπιφερομένου ὡϲ ἐπὶ τοῦ δαδεν εὔαδεν καὶ πάλιν τὸ ἠώϲ ἀώϲ λέγουϲιν οἱ Δωριεῖϲ, οἱ δὲ Αἰολεῖϲ τοῦτο λέγουϲιν αὔωϲ προϲτιθέντεϲ τὸ ῦ. καὶ πάλιν ἀάτην αὐάτην λέγουϲιν οἱ Αἰολεῖϲ, ϲυμφώνου δὲ ἐπιφερομένου οὐδέποτε προϲτιθέαϲιν ῦ ο Αἰολεῖϲ τὸ γὰρ νόϲοϲ νοῦϲοϲ καὶ. λυμποϲ Οὔλυμποϲ ποιητικά εἰϲι καὶ οὐκ Αἰολικά· τοῦ δὲ ρ ἐπιφερομένου πολλάκιϲ προϲτιθέαϲι τὸ ῦ οἱ Αἰολεῖϲ οἰον αὔρηκτοϲ, ἄρρηκτοϲ γάρ δῆλον οὖν ὅτι φωνῆέν ἐϲτι καὶ οὐ ϲύμφωνον.