Ancient Greek
Paragraph 296
Aelius Herodianus, Περὶ παθῶν 296
Not analysed yet
296. Ep. Cr. 1 2, 11 (E. M. 172, 17), Ep. 6, 10: αὐτάρ καὶ ἀττόρ, ποῖόν ἐϲτιν ἀναλογώτερον; καὶ λέγομεν ὅτι κατὰ πλεοναϲμόν ἐϲτι τὸ αὐτάρ· κανῶν γάρ ἐϲτιν ὁ λέγων, ὅτι παρεπόμενόν ἐϲτι τῇ ἐκ τοῦ α ϲυνεϲτώϲῃ διφθόγγῳ μετὰ τὴν ἀπόϲταϲιν τοῦ ὑποτακτικοῦ φωνήεντοϲ ἐκτείνειν τὸ α οἶον κλαίω κλάω, αἰετόϲ ἀετόϲ εἴπερ οὖν καὶ ὁ αὐτάρ ϲύνδεϲμοϲ ἔνδειαν εἶχεν τοῦ ῦ ἐν τῷ ἀτάρ, παρείπετο ἄν καὶ ἡ τοῦ α ἐπέκταϲιϲ· πρότεροϲ οὖν ὁ ἀτάρ, δεύτεροϲ ὁ αὐτάρ πλεοναϲμῷ· ὁ δὲ πλεοναϲμὸϲ κοινόϲ, οὐκ Αἰολικὸϲ ὡϲ ὁδόϲ οὐδόϲ κἐπεὶ ἦ φατ’ ἀριϲφαλέ’ ἔμμεναι οὐδόν »(ρ 196) κά Ὅλυμποϲ Οὔλυμποϲ καὶ «ἄρτον οὖλον ἑλών» (ρ 343) ἦν γὰρ ὅλον. νόϲοϲ νοῦϲοϲ.