Ancient Greek
Paragraph 3
Aelius Herodianus, Περὶ παθῶν 3
Not analysed yet
3. Ε. Οr. Ορ. 14, 1 collato Eustath. 1444, 7: ἀγαυρόϲ ἢ παρὰ τὸ ἀγαυόϲ, ὃ παρὰ τὸ γαίω τὸ γαυριῶ, πλεοναϲμῷ τοῦ ρ ἢ παρὰ τὸ γαῦροϲ. ἐκεῖνο μὲν οὐκ ἔχει ἀπορίαν ὡϲ ἐπενθέϲεωϲ τοῦ ρ μὴ ἀναγκαζούϲηϲ προπαροξυτόνηϲιν, τοῦτο δὲ ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁπλοῦν βαρύνεται ἤτοι τὸ γαῦροϲ, τὸ δὲ ϲύνθετον ἀγαυρόϲ ὀξύνεται, δέον ὂν προπαροξύνεϲθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον διὰ τὸ ϲυνακολουθῆϲαι τῷ ἀφαυρόϲ καὶ τῷ ἀμαυρόϲ καὶ τοῖϲ ὁμοίοιϲ. οὕτωϲ εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανοῦ.