Ancient Greek
Paragraph 304
Aelius Herodianus, Περὶ παθῶν 304
Not analysed yet
304. Ε. M. 239, 9: γουνῷ ἀλωῆϲ: παρὰ τὸ γένω ῥῆμα γίνεται γένοϲ βαρύτονον ὡϲ λέγω λόγοϲ, ὅπερ ϲημαίνει τὸ γεγεννημένον· ὁ δὲ γεννητικὸϲ γονόϲ ὀξυτόνωϲ, πλεοναϲμῷ τοῦ υ γουνόϲ ὁ γεννητικὸϲ τόποϲ, ὁ γόνιμοϲ καὶ κάρπιμοϲ. Ἡρωδιανόϲ.