Ancient Greek
Paragraph 307
Aelius Herodianus, Περὶ παθῶν 307
Not analysed yet
307. Ep. Cr. 302, 29: ο ὗλοϲ: ϲημαίνει τὸν ὅλον «ἄρτον τε οὖλον ἐλῶν »(Od. ρ Β43) καὶ πλεοναϲμῷ τοῦ ῦ· ϲημαίνει καὶ τὸ μαλακόν οὔλαϲ ἧκε κόμαϲ» (Οd. ζ 231) καὶ «οὕλων τε ταπήτων» (Π 224) παρὰ τὸ εἰλῶ τὸ ϲυϲτρέφω, ἔνθεν καὶ τὸ ἑλίϲϲω, παρὰ τοῦτο ὄλοϲκαὶ οὖλοϲ· ϲημαίνει καὶ τὸ ὀλέθριον παρὰ τὸ ὄλω τὸ ὄλλυμι, ὥϲτε εἶτε ὀλέθριον εἶτε μαλακόν εἴτε τὸ ὅλον, ἐπὶ πάντων ὁ πλεοναϲμὸϲ τοῦ ῦ γέγονεν, ὅθεν, ἐπεὶ ποικίλα ϲημαίνει τὸ οὖλοϲ, ἄδηλον ἡγοῦνται ἐν τῷ «βάϲκ’ ἴθι οὖλε ὄνιρε» (Β 8), πότερον τὸν ἐπὶ ὀλέθρῳ πεμπόμενον ἢ τὸν μαλακόν.