Ancient Greek
Paragraph 325
Aelius Herodianus, Περὶ παθῶν 325
Not analysed yet
325. Ep. Cr. I 440, 7: χείρ ἡ κλίϲιϲ διττὴ χειρόϲ καὶ χερόϲ· ἀναλογώτεροϲ δὲ ἡ τὴν δίφθογγονἔχουϲα λόγοιϲ τριϲί, τῷ ἀπὸ γενικῆϲ, τῷ ἀπ’ εὐθείαϲ, τῷ ἀπὸ ϲτοιχείων· ἀπὸ γενικῆϲ οὕτωϲ· πᾶϲα γενικὴ εἰϲ ροϲ λήγουϲα παρὰ ἀρϲενικὰ ἢ θηλυκὰ ὀνόματα μονοϲύλλαβα ἀποβολῇ τοῦ οϲ ποιεῖ τὴν εὐθεῖαν, ψαρόϲ ψάρ, κηρόϲ κήρ φωρὸϲ δ’ ἴχνια φὼρ ἔμαθε», θηρόϲ θήρ, ωρόϲ Νῶρ ἔθνοϲ, οὕτωϲ χειρόϲ χείρ· ἡ χέρ ἄλεκτοϲ· ἀπὸ εὐθείαϲ οὐτωϲ· πᾶϲα εὐθεῖα μονοϲύλλαβοϲ εἰϲ ρ λήγουϲα ἀρϲενικοῦ ἢ θηλυκοῦ ὀνόματοϲ προϲθέϲει τοῦ οϲ τὴν γενικὴν ποιεῖ. ἀπὸ ϲτοιχείων δὲ οὕτωϲ τηνικαῦτα ἀποπίπτει φωνῆεν ἐν τῇ κλίϲει, ὅτε εἰϲ ϲ λήγει ἡ εὐθεῖα, κτείϲ κτενόϲ, εἶϲ ἑνόϲ, βοῦϲ βοόϲ, νεῦϲ νεώϲ, γραῦϲ γραόϲ. τὸ δὲ χείρ εἰϲ ρ λήγει οὐκ εἰϲ ϲ ἐκ πάθουϲ ἄρα τὸ χερόϲ ἤν. ἰϲτέον δὲ ὅτι ὁ ποιητὴϲ φυλάξαϲ τὴν δίφθογγον ἐν παντὶ ἀριθμῷ καὶ ἐν πάϲῃ πτώϲει οἰον «αἷματόεϲϲα δὲ χείρ» (Ε 82) καὶ «χειρὸϲ ἕλοντε» (Α 323) καὶ «χειρί τέ μιν κατέρεξε» Α 361) καὶ «χεῖρ’ ἕλε δεξιτερήν» (α 121) καὶ κϲπόγγῳ δ’ ἀμφὶ πρόϲωπα καὶ ἄμφω χεῖρ’ ἀπομόργνυ» (Ϲ 414) καὶ «χεῖρέϲ τ’ ὀφθαλμοί τε» (V 387) καὶ «χειρῶν δ’ ἁψάμενοϲ» (Κ 377) καὶ «χεῖραϲ τ’ἀλλήλων λαβέτην» (Z 233) διήλλαξεν ἐν τῇ πληθυντικῇ δοτικῇ «χερϲὶ μὲν οὔτοι ἔγωγε μαχήϲομαι» (Α 298), οὐκέτι δὲ χειρϲί· τοῦτο δὲ ἐν παραγωγῇ οὐ χέρεϲϲιν εἶπεν ἀλλὰ χείρεϲϲι «τοίω τ χείρεϲϲι ὑφ’ ἡμετέρῃϲι» (Ε 559) καὶ ϲχεδὸν ἐμήνυϲεν ἡμῖν τὸ σιτίον· οὐδέποτε γὰρ μετὰ τοῦ χ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲαεἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἶον «χάρμα» (Γ 51), κέν χόρτῳ» (Λ 773), χέρνιβα δ’ ἀμφίπολοϲ» (α 136) καὶ πῶϲ ἀναπολουμέ» νου τούτου τοῦλόγου καὶ ἐπὶ τοῦ φ καὶ γὰρ οὐδὲ μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἰον φάρμακον, φροντίδοϲ εὐρείηϲ «ϲτῆθοϲ καὶ χείλεα φύρϲω (ϲ 21), «κείμενονἐν φέρτρῳ» (Ϲ 236) ἡ φθειρϲί δοτικὴ ϲυνέϲτη παρὰ Ἀρχιλόχῳ «φθειρὶ μοχθίζοντα» λέγομεν οὖν ὅτι ἡ χείρ ἐπὶ τῆϲ γενικῆϲ καὶ χειρόϲ κεὶ χερόϲ κατ’ἀποβολὴν τοῦι, ἡ δὲ φθειρόϲ οὐ διὰ τοῦ ε οὐδὲ φθερϲίν.