Ancient Greek
Paragraph 327a
Aelius Herodianus, Περὶ παθῶν 327a
Not analysed yet
327a. Arcad. 38, 24: τὰ διὰ τοῦ αλεοϲ παραγωγὰ ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ ἐϲτι καὶ παροξύνεται χωρὶϲ εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματοϲ οἱον νηφαλέοϲ, αὐαλέοϲ, ϲμερδαλέοϲ, θαρϲαλέοϲ· πρόϲκειται εἰ μὴ ἔχη ἔνδειαν τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματοϲ διὰ τὸ δαιδάλειοϲ δαιδάλεοϲ, κονιϲάλειοϲ κονιϲάλεοϲ· ὅϲα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατ’ ἔνδειαν τοῦ ῖ, καὶ προπαροξύνονται, Ἀγαμεμνόνεοϲ, Ἑκτόρεοϲ, Νεϲτόρεοϲ, τέλεοϲ, χάλκεοϲ, χρύϲεοϲ.