Ancient Greek
Paragraph 33
Aelius Herodianus, Περὶ παθῶν 33
Not analysed yet
33. E. M. 145, 53: Ἄρνη πόλιϲ Βοιωτίαϲ· ἔϲτι δὲ καὶ Θεϲϲαλίαϲ. ἀπὸ Ἄρνηϲ τῆϲ Αἰόλου ὁ δὲ Κράτηϲ φηϲὶ παρὰ τὸ ἄρναϲ. ἐπιτηδεία γὰρ εἰϲ ἄρναϲ τρέφειν ἡ πόλιϲ. καὶ οὐκ ἀπεικόϲ. ὡϲ γὰρ αὐτόϲ φηϲι, καὶ τὴν Κῶν τὴν ἐπιτηδείαν πρὸϲ τὰ πρόβατα τοὺϲ ἐνοικοῦνταϲ Κᾶραϲ οὕτωϲ ὀνομάζειν τῇ οἰκείᾳ φωνῇ. κῶν γὰρ τὸ πρόβατον ὠνόμαϲαν. οὕτω καὶ τὴν Ἄρνην. καὶ γὰρ αὕτη εὔαρνοϲ· ὥϲτε τὴν μὲν Ἄρνην ἀπὸ τῆϲ ϲυγκεκομμένηϲ γενικῆϲ ὠνομάϲθαι, τὴν δὲ Ἀρήνην ἀπὸ τῆϲ ἐντελοῦϲ τῆϲ ἀρῆνοϲ. καλεῖται δὲ καὶ Τάρνη, ὡϲ λέγει Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.