Ancient Greek
Paragraph 335
Aelius Herodianus, Περὶ παθῶν 335
Not analysed yet
335. E. M. 679, 25: ποιῶ: ἰϲτέον ὅτι οἱ Ἀθηναῖοι ἀποβάλλουϲι τὸ λέγοντεϲ ποῶ· κεὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ ὅτι, εἰ ἄρα οἱ Ἀθηναῖοι ἐν τῷ κλαίω καὶ καίω ἀποβάλλοντεϲ τὸ ῖ ἐκτείνουϲι τὸ δίχρονον, διατί καὶ ἐν τῷδε ἀποβάλλοντεϲ τὸ ι οὐκ ἐκτείνουϲι τὸ ο εἰϲ τὸ ῶ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οἱ Ἀθηναῖοι ἀποβάλλοντεϲ τὸ ῖ τὸν αὐτὸν τόνον φυλάττουϲιν ἐν τῷ κλάω κάω· τὸ δὲ ποιῶ καὶ μετὰ τὴν ἀποβολὴν τοῦ ῑ ἀναγκάζεται περιϲπᾶϲθαι· εἰ δὲ ἐξετάθη τὸ ο εἰϲ τὸ ῶ, οὐκ ἠδύνατο περιϲπᾶϲθαι· τὰ γὰρ διὰ τοῦ ωῶ μὴ ἔχοντα ὀνόματα προῦποκείμενα βαρύνονται· μὴ ἔχοντα δὲ ὀνόματα εἶπον διὰ τὸ ἐρωῶ. λέγουϲι δέ τινεϲ, ὅτι οὐ πάντωϲ οἱ Ἀθηναῖοι ἀποβάλλοντεϲ τὸ ι καὶ τὸν αὐτὸν τόνον φυλάττουϲιν· ἰδοὺ γὰρ τὸ χροιά γινόμενον παρ’ αὐτοῖϲ κατὰ ἀποβολὴν τοῦ ι βαρύνεται· ἔϲτι δὲ εἰπεῖν, ὅτι οὐκ ἐγένετο ἀπὸ τοῦ χροιά ὀξυτόνου, ἀλλ’ ἀπὸ τοῦ χροία βαρυτόνου· καὶ γὰρ τὸ χροιά χροία λέγεται βαρυτόνωϲ· ἢ ἀπὸ τοῦ χροῦϲ χροόϲ γέγονεν ἡ χρόα Ἀττικῶϲ καὶ ἐκεῖθεν χροιά ἐν ὀξείᾳ τάϲει.