Ancient Greek
Paragraph 340
Aelius Herodianus, Περὶ παθῶν 340
Not analysed yet
340. E M. 638, 54: οὖαϲ ϲημαίνει τὸ οὖϲ. παρὰ τὸ αὕω τὸ φωνῶ γίνεται αὐαϲ· καὶ τροπῇ τοῦ α εἰϲ ο οὖαϲ, τὸ τῆϲ φωνῆϲ ἀντιληπτικὸν αἰϲθητήριον. κλίνεται οὔατοϲ ὡϲ δέραϲ δέρατοϲ· ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῦ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὤϲ. τὸ δὲ ἀμφῶεϲ νεοτευχὲϲ παρὰ Θεοκρίτῳ (Ι 28) γίνεται οὕτωϲ· ὡϲ παρὰ τὸ οὖδαϲ γίνεται τὸ οὖδοϲ καὶ παρὰ τὸ γῆραϲ γῆροϲ καὶ παρὰ τὸ κῶαϲ κῶοϲ, οὕτω καὶ παρὰ τὸ ὦαϲ ὦοϲ. εἶτα πάλιν . ὥϲπερ παρὰ τὸ εἰδὸϲ εὐειδήϲ, γένοϲ εὐγενήϲ, οὕτω καὶ παρὰ τὸ ὦοϲ γίνεται ἀμφωήϲ. ἀπὸ γὰρ τῶν εἰϲ αϲ οὐ γίνεται ϲύνθετον εἰϲ ηϲ, ἀλλὰ ἀπὸ τῶν εἰϲ οϲ. περὶ ταθῶν.