Ancient Greek
Paragraph 342a
Aelius Herodianus, Περὶ παθῶν 342a
Not analysed yet
342a. Chocr. Dict. 572, 18. ἡ ει δίφθογγοϲ καὶ ἡ ϲυ δίφθογγοϲ ἀποβάλλουϲιν ἐπὶ τοῦ Ἀττικοῦ παρακειμένου τὸ προτακτικὸν φωνῆεν τοῦτ’ ἔϲτι τὸ ε καὶ φυλάττει ἡ μὲν ει δίφθογγοϲ τὸ ι, ἡ δὲ ευ τὸ ῦ οἰον. ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω λευθα ἐλήλυθα, ἡ δὲ ου δίφθογγοϲ τὸ ὑποτακτικὸν ἀποβάλλει, τοῦτ’ ἐϲτι τὸ κ καὶ φυλάττει τὸ ο οἶον ἀκούω ἤκουα καὶ ἀκήκοα, ἐπειδὴ οἱ Ἀττικοὶ μᾶλλον τὸ ο χαίρουϲιν ἤπερ τὸ ε καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ε εἰϲ ο τρέπουϲι κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντεϲ καὶ πάλιν ἐπὶ τοῦ ἀγήοχα τὸ ο ἐπλεόναϲε καὶ οὐχὶ τὸ ἑ καὶ πάλιν ἔϲτιν έδω ἤδεκα ἐδήδεκα ἐδήδοκα καὶ ἐνέγκω ἤνεχα καὶ ἐνήνεχα καὶ ἐνήνοχα.