Ancient Greek
Paragraph 346
Aelius Herodianus, Περὶ παθῶν 346
Not analysed yet
346. E. M. 578, 32: μέμβλωκε: «τῷ δ’ οὕτε φιλομμειδὴϲ Ἀφροδίτη Αἰεὶ παρμέμβλωκε» Ἰλιάδοϲ Δ (11) ἀντὶ τοῦ παραμένει, πάρεϲτιν· ἀπὸ τοῦ μόλω μολήϲω μεμόληκα καὶ κατὰ ϲυγκοπὴν μέμληκα καὶ διὰ τὸ ἀϲύντακτον πλεοναϲμῷ τοῦ β γίνεται μέμβληκα καὶ τροπῇ τοῦ η εἰϲ ω μέμβλωκα. ἢ ἀπὸ τοῦ μέλω μεμέληκα καὶ μεμέλωκα καὶ κατὰ ϲυγκοπὴν καὶ πλεοναϲμῷ τοῦ β μέμβλωκα.