Ancient Greek
Paragraph 349
Aelius Herodianus, Περὶ παθῶν 349
Not analysed yet
349. Ep. Cr. I 167. 6: ἔγχοϲ. ὄνομα ῥηματκὸν παρὰ τὸ ἔχω ἔχοϲ καὶ. ἔγχοϲ πλεοναϲμῷ τοῦ γ· ἠρέμα οὖν παρετυμολογεῖ Ὅηροϲ παρατιθεὶϲ τὸ ῥῆμα ἔγχοϲ ἔχ’ ἑνδεκάπηχυ »(Θ 494) πλεονάζει δὲ τὸ γ ὡϲ ἐν τῷ λόγχη, παρὰ τὸ λόχοϲ λόχη καὶ λόγχη ἡ εἰϲ λόχον ἐπιτήδειοϲ· καὶ τὸ γλίχεϲθαι παρὰ τὸ λίαν ἔχεϲθαι λίχεϲθαι καὶ γλίχεϲθαι καὶ τὸ γλαμᾶϲ παρὰ Ἀττικοῖϲ, λαμᾶϲ γάρ· καὶ παρὰ τὸ κερῶ, ἀφ’ οὖ καὶ τὸ «κερόωντό τε οἶνον (Od. Θ 470) καὶ ϲυγκοπῇ κρῶ, διπλαϲιαϲμῷ κικρῶ, πλεοναϲμῷ τοῦ γ κιγκρῶ, ἀφ’ οὗ παρὰ τῷ Ϲώφρονι (Ahrens fr. 2) «κἐγκίκρα ὡϲεἴω »καὶ τὸ βράχω βρόχοϲ βρόγχοϲ, δίυγροϲ γὰρ ὁ τόποϲ παρὰ τὸ χῶ τὸ ϲημαῖνον τὸ χωρῶ χαλῶ, οἱ γὰρ χαιρόμενοι ἐν ἀνέϲει, διπλαϲιαϲμῷ καγχαλῶ πλεοναϲμῷ τοῦ καὶ τὸ ἔλεγχοϲ ὁ ἕλην ἐν ἑαυτῷ ἔχων καὶ. λαμπρύναϲ τὸ ψεῦδοϲ· καὶ τὸ ἀγρόϲ, ἀρῶ γὰρ τὸ ἀροτριῶ, ἀρόϲ καὶ ἀγρόϲ· καὶ τὸ ὀργή, παρὰ γὰρ τὸ ὄρω ἐϲτὶ τὸ ϲημαῖνον τὸ ὁρμῶ, παρ’ ὃ τὸ ὀρίνω· «τοῦ δ’ ὠρίνετο θυμόϲ» (1 595) «ὄρινε δὲ κῆρ Ὀδυϲῆοϲ» (ρ 216), ὀρή καὶ ὀργή.