Ancient Greek
Paragraph 353
Aelius Herodianus, Περὶ παθῶν 353
Not analysed yet
353. Ep. Cr. I 71, 1. ἀνδρόϲ: τὸ πάθοϲ ἐνταῦθα πλεοναϲμόϲ τῶν δὲ παθῶν τὰ μὲν ἀναγκαῖα, τὰ δ’ οὖ τὰ δὲ οὐκ ἀναγκαῖα οἶον κατ’ οὐ ἐμοῦ κατ’ ἐμεῖο, ὑπέρ ὑπείρ, κατά καταί. τὰ δὲ ἀναγκαῖα διὰ τὴν ϲύνταξιν ὡϲ ἐνταῦθα· οὐδέποτε γὰρ ἔϲτιν εὑρεῖν πρὸ τοῦ ρ ϲύμφωνον ἄλλο ἐν διοϲτάϲει πλὴν αὐτὸ πάλιν τὸ ρ· ἀναγκαῖοϲ οὖν ἐνταῦθα ὁ πλεοναϲμόϲ τοῦ δ καὶ οὐκ ἄλλου ϲυμφώνου, ἐπειδὴ τῷ ν ἐν διαϲτάϲει ϲύμφωνόν τι ἀπὸ τῆϲ τρίτηϲ ϲυζυγίαϲ ἕπεϲθαι φιλεῖ οἰον ἄντρον ἄνθοϲ