Ancient Greek
Paragraph 356
Aelius Herodianus, Περὶ παθῶν 356
Not analysed yet
356. Ep. Cr. I 378 25. πολυδίψιον (Δ 171): τὸ δ ἐπλεόναϲεν ἐνταῦθα, ὅπερ ἀγνοήϲαντέϲ τινεϲ ἱϲτορίαν ἀναπλάττουϲιν, ὅτι Ἥναχοϲ οὐκ ἔϲχεν ὕδωρ καὶ ἐξηράνθηϲαν αἱ πηγαί· ἀλλὰ τὸ πολυβλαβὲϲ μᾶλλον δηλοῖ· καὶ ἔϲτι πλεοναϲμὸϲ τοῦ δ· τοιοῦτο δ’ ὁρᾶται καὶ ἐπὶ τοῦ Ἑκηβελέταο· ἀγνοοῦντεϲ γὰρ πλεοναϲμὸν εἰναι τῆϲ τη ϲυλλαβῆϲ ἀναπλάϲϲουϲι τὰ περὶ τὸν δράκοντα, ὃν ἑκατὸν ἰοῖϲ ἐπάταξεν· οὐκ ἔϲτ δὲ οὕτωϲ, ἀλλ’ ὃν λέγουϲιν Ἑκάεργον Ἑκηβόλον, ἐν πλεοναϲμῷ εἶπεν Ἑκατηβόλον ὡϲ ἔτυμοϲ ἐτήτυμοϲ. ὁμοίωϲ δὲ κἀκεῖνο ἐπλάνηϲε «θάνατοϲ δέ τοι ἐξ ἁλὸϲ αὐτῷ »(λ 134) ἐπεὶ γὰρ ἡ ἐξ καὶ τὴν ἀπό τινοϲ ϲχέϲιν ϲημαίνει, ἐκ Κρήτηϲ, ἐκ Ῥόδου, οὕτω καὶ τὸ ἐξ ἁλόϲ παραλαμβάνοντεϲ ἀνέπλαϲαν τὸ κέντρον καὶ τὴν τρυγόνα. Δημήτριοϲ δὲ ἐπὶ τοῦ πολυδίψιον τὸν δέ ϲύνδεϲμον ἐδέξατο καὶ κατὰ ὑπέρθεϲιν ἐλάμβανε, ὅπερ ϲπάνιόν ἐϲτι, «καί κεν ἐλέγχιϲτοϲ πολυδίψιον Ἄργοϲ ἱκοίμην», ἵν’ ῇ Ἄργοϲ δέ.